Abbildungen der Seite
PDF
EPUB

ἸΑΛΕΜΟΣ.

Γ. μηκέτι φρύγοντος τάρβει μένος ἀελίοιο, μηκέτι χειμῶνος τὴν ὀλοὰν μανίαν τὶν πόνος ἧς ὁ βίος, τὺ δὲ τὸν πόνον ἐξεπόνασας, οἴκαδε δ ̓ ὧν ἔρξας μισθὸν ἔχων ἵεσαι. δεῖ δὲ τὸ χρύσειον κώρων γένος ἠδὲ κοράων ἶσα καὶ ἀγροίκοις δύμεναι εἰς ἀΐδαν.

Α. μηκέτι τῶν τρυφερῶν ὀφρὺν δείμαινε δυναστᾶν, οὐ γὰρ ἔτι βλάπτεν σ ̓ οὐδ ̓ ὁ τύραννος ἔχει· μηδέ ποκ' ἐσθῆτος περικάδεο, μηδ' ἔτ ̓ ἐδωδᾶς· τὶν γὰρ νῦν ὅμαλοι τῇ δρυὶ τοὶ δόνακες

δεῖ δ ̓ ἄρα σοι βασιλῆας ἁμᾶ ποκα, δεῖ σοφὸς ἄνδρας, δεῖ δὲ καὶ ἰατρὼς δύμεναι εἰς ἀΐδαν.

Γ. μηκέτι τῶ πᾶσιν φοβερῶ μελέδαινε κεραυνῶ·

Α.

A.

μηδὲ τὸ τὰν φλογερὰν τάρβει ἔτ ̓ ἀστεροπάν Γ. μηκέτι βασκανίαν, ψιθυρᾶν τ' ἰαχήματα γλωσσαν οὐ γὰρ ἔτ ̓ εὐφροσύνας τὶν μέλει, οὐδὲ γόων· Χ. δεῖ δὲ καὶ ἀκρήβως πάντας μάλα, πάντας ἐραστάς, τίν ποχ ̓ ἅμ ̓ ἑσπομένως δύμεναι εἰς ἀΐδαν.

Γ. μήτε τύ τις ῥέζοι γραία κακὸν, ἅτις ἐπᾴδει, μήτ' ὀλοοῖς κηλοῖ φαρμακίοισι γόης

A.

Γ. μηδ' ἀτάφων λυποῖ τυ πλανώμενα φάσματα νεκρῶν, πάντα δὲ τῆλ ̓ ἀπέχοι τοὺς ἀπόνοσφι κακά

Α.

Χ. ἄσμενος εὐκήλοιο μόλοις θανάτοιο τέλοσδε,

ἐλλόγιμος δ' εἴη μηδ' ἀκλεὴς ὁ τάφος.

[graphic]
« ZurückWeiter »