Abbildungen der Seite
PDF
EPUB

4

θῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ ἀλλοίωτον, “ἢ τρεπτὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ 5 ἀποστολικὴ Εκκλησία.

SYMBOLUM EUSEBII CÆSARIENSIS.

Ex Socrat. Hist. Eccles. 1. i. c. 8.

Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντ των ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγου, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, προτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Θεοῦ Πατρὸς γεγεννημένον· δι ̓ οὗ καὶ ἐγένετο τὰ πάντα τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ἐν τοῖς ἀνθρώποις πολιτευσάμενον· καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα, καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα ̔́Αγιον. Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθῶς Πατέρα, καὶ Υἱὸν ἀληθῶς Υἱὸν, καὶ Πνεῦμα ̔́Αγιον ἀληθῶς ̔́Αγιον Πνεῦμα· καθὼς καὶ Κύριος ἡμῶν, ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς, εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Αγίου Πνεύματος.*

SYMBOLUM S. CYRILLI HIEROSOLYMITANI.

Ex Tractat. de Catech. excerpt.

Πιστεύω εἰς ἕνα Θεον, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων Θεὸν ἀληθινὸν, δι' οὗ τὰ πάντα ἐγένετο· σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα σταυρωθέντα, καὶ ταφέντα καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρός καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς ἓν "Αγιον Πνεῦμα τὸ Παράκλητον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Καὶ εἰς μίαν ἁγίαν και θολικὴν Ἐκκλησίαν, καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον.

4 ἢ τρεπτὸν, ἢ ἀλλοίωτον. Socrat. Hist. Eccles. l. i. c. 8.
5 ἀποστολικὴ τοῦ Θεοῦ ἐκκλησία. Ibid.

* This Creed, given in at the fessor, caused some alteration in First Nicene Council, together with the Creed promulgated by that Sysome further arguments of its pro- nod.

SYMBOLUM ARIANUM HÆRETICUM.

Ex Socrat. Hist. Eccles. 1. ii. c. 37.

This is one of the Creeds of the Arians (of which Athanasius in his Book de Synodis, gives xi. Forms set forth by the followers of that Heresy, from A. D. 341. to A. D. 361.), published at the Council of Ariminum, A. D. 359., having been previously exhibited at the Council of Sirmium; but it was disallowed by most of the Bishops present, and the Nicene Creed again confirmed.

Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν Θεὸν, Πατέρα παντοκράτορα, κτιστὴν καὶ δημιουργὸν τῶν πάντων. Καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς, καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου, καὶ πρὸ πάσης καταληπτῆς ἐπινοίας, γεγεννημένον ἀπαθῶς ἐκ τοῦ Θεοῦ, δι ̓ οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν, καὶ τὰ πάντα ἐγένετο γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου, ὑπὸ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς· οὗ τὴν γέννησιν οὐδεὶς ἐπίσταται, ἢ μόνος ὁ γέννησας αὐτὸν Πατήρ τοῦτον ἴσμεν τὸν μου νογενῆ αὐτοῦ Υἱὸν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν τῆς ἁμαρτίας· καὶ γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν σταυρωθέντα, καὶ ἀποθα νόντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα, καὶ τὰ ἐκεῖσε οἰκονομή σαντα· ὃν πυλωροὶ ᾅδου ἰδόντες ἔφριξαν· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν· καὶ, τεσσαράκοντα ἡμερῶν πληρουμένων, ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐλευσόμενον τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ δόξῃ τῇ πατρικῇ, ἀποδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ ̔́Αγιον Πνεῦμα, ὁ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν παράκλητον, κατὰ τὸ γεγραμμένον, Απέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας· ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς πάντα. Τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν, σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ, διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ οὐσίας μεμνῆσθαι· ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα, ὡς αἱ ἅγιαι γραφαὶ λέγουσίν τε καὶ διδάσκουσιν.

SYMBOLUM S. EPIPHANII.

Ex Ancorat. §. 121.

Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ἀοράτων τε καὶ ὁρατῶν ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ Θεοῦ Πατρὸς, μονογενῆ, τουτέστιν,

ἐκ τῆς οὐσίας τοῦ Πατρός Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθι νὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα ὁμοούσιον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ, ὁρατά τε καὶ ἀόρατα· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα· καὶ σαρκωθέντα, τουτέστι, γεννηθέντα τελείως ἐκ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου διὰ Πνεύματος Αγίου ἐνανθρωπήσαντα, τουτέστι, τέλειον ἄνδρα λαβόντα, ψυχὴν καὶ σῶμα καὶ νοῦν, καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας· οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, οὐδ ̓ ἐν ἀνθρώπῳ, ἀλλ ̓ εἰς ἑαυτὸν σάρκα ἀναπλάσαντα, εἰς μίαν ἁγίαν ἑνότητα· οὐ καθάπερ ἐν προφήταις ἐνέπνευσέ τε καὶ ἐλάλησε καὶ ἐνέργησεν, ἀλλὰ τελείως ἐνανθρωπήσαντα, Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο· οὐ τροπὴν ὑποστὰς, οὐδὲ μεταβαλὼν τὴν ἑαυτοῦ θεότητα εἰς ἀνθρωπότητα, εἰς μίαν συνενώσαντα ἑαυτοῦ ἁγίαν τελειότητά τε καὶ θεότητα, εἷς γάρ ἐστι Κύριος Ἰησοῦς Χριστὸς, καὶ οὐ δύο, ὁ αὐτὸς θεὸς, ὁ αὐτὸς Κύριος, ὁ αὐτὸς Βασιλεύς· παθόντα δὲ τὸν αὐτὸν ἐν σαρκὶ, καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς ἐν αὐτῷ τῷ σώματι· ἐνδόξως καθίσαντα ἐν δεξιᾷ τοῦ Πατρός· ἐρχόμενον ἐν αὐτῷ τῷ σώματι ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ ̔́Αγιον Πνεῦμα πιστεύομεν, τὸ λαλῆσαν ἐν τῷ νόμῳ, καὶ κηρύξαν ἐν τοῖς προφήταις, καὶ καταβὰν ἐπὶ τὸν Ἰορδάνην, λαλοῦν ἐν ἀποστόλοις, οἰκοῦν ἐν ἁγίοις· οὕτως δὲ πιστεύομεν ἐν αὐτῷ, ὅτι ἐστὶ Πνεῦμα Αγιον, Πνεύμα Θεοῦ, Πνεῦμα τέλειον, Πνεῦμα παράκλητον, ἄκτιστον, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐκ τοῦ Υἱοῦ λαμβανόμενον, καὶ πιστευόμενον. Πιστεύομεν εἰς μίαν καθολικὴν καὶ ἀποστολικὴν Εκκλησίαν· καὶ εἰς ἓν βάπτισμα μετανοίας· καὶ εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίσιν δικαίαν ψυχῶν καὶ σωμάτων· καὶ εἰς βασιλείαν οὐρανῶν· καὶ εἰς ζωὴν αἰώνιον. Τοὺς δὲ λέγοντας, ὅτι ἦν ποτὲ, ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα τὸ ̔́Αγιον, ἢ, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, φάσκοντας εἶναι τρεπτὸν ἢ ἀλλοίωτον τὸν Υἱὸν τοῦ Θεοῦ, ἢ τὸ Ἅγιον Πνεῦμα, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἡ μήτηρ ὑμῶν τε καὶ ἡμῶν· καὶ πάλιν ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας ἀνάστασιν νεκρῶν, καὶ πάσας τὰς αἱρέσεις τὰς μὴ ἐκ ταύτης τῆς ὀρθῆς πίστεως οὖσας.*

SYMBOLUM S. BASILII MAGNI.

Ex Ascet. de Fide, §. 4.

Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον ἀληθινὸν καὶ ἀγαΤὸν Θεὸν, καὶ Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα, τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονο γενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινὸν, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ, καὶ τὰ ἀόρατα· καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν καὶ μετὰ ταῦτα, κατὰ τὴν γραφὴν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν

* The shorter Creed in §. 120. of pitulation of the Nicene Creed. this same Treatise, is nearly a reca

ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ ̓ ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλήρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρὸς, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν κατὰ τὰς γραφὰς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται· ἀνέβη τε εἰς οὐρανοὺς, καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅτε οἱ μὲν δίκαιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν, οἱ δὲ ἁμαρτ τωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἓν μόνον Αγιον Πνεῦμα τὸ Παράκλητον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως· τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν, ̓Αββᾶ, ὁ Πατήρ τὸ διαιροῦν, καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα, ἑκάστῳ πρὸς τὸ συμφέρον ὡς βούλεται· τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούῃ παρὰ τοῦ Υἱοῦ· τὸ ἀγαθὸν, τὸ ὁδη γοῦν εἰς πᾶσαν ἀλήθειαν, καὶ στηρίζον πάντας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀληθῆ καὶ ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύ νησιν πνευματικὴν, καὶ ἀληθῆ ὁμολογίαν Θεοῦ Πατρὸς, καὶ τοῦ μου νογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ· ἑκάστου ὀνόματος τοῦ ὀνομαζομένου τὴν ἰδιότητα σαφῶς ἡμῖν διευκρινοῦντος. Καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσεβῶς θεωρουμένων· τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδιώματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδιώματι τοῦ Υἱοῦ, τοῦ δὲ ̔Αγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδιώματι· μήτε τοῦ ̔Αγίου Πνεύ ματος ἀφ' ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱου ἀφ' ἑαυτοῦ τι ποιοῦντος καὶ τοῦ μὲν Πατρὸς πέμποντος τὸν Υἱὸν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ Αγιον Πνεῦμα. Οὕτως φρονοῦμεν, καὶ οὕτως βαπτίζομεν εἰς τριάδα ὁμοούσιον, κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ̔Αγίου Πνεύ

ματος.

SYMBOLUM FIDEI CONSTANTINOPOLITANUM.

Ex Concil. Gen., ed. Binii.

Promulgated by the Second General Council, held under Damasus at Constantinople, A. D. 381, and attended by 150 Bishops. Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα ὁμοούσιον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα 1 ἐκ τῶν οὐρανῶν· καὶ σαρκωθέντα ἐκ Πνεύματος Αγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ · ἐξ οὐρανῶν. Phot. Epist. i. §. 4.

3

2

ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον * ἐκ δεξιῶν τοῦ Πατρός καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ̔́Αγιον, τὸ Κύριον, τὸ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ * συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ομολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶμεν ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Αμήν.

4

SYMBOLUM AQUILIENSE, VEL RUFFINI.
Inter Op. S. Cyprian. fere vulg. et exinde excerpt.

Credo in Deum, Patrem omnipotentem: Et in Christum Jesum, unicum Filium ejus, Dominum nostrum; qui natus est de Spiritu Sancto ex Maria Virgine; crucifixus sub Pontio Pilato, et sepultus, descendit in inferna; tertio die resurrexit a mortuis; adscendit in cœlos, sedet ad dexteram Patris ; inde venturus est judicare vivos et mortuos: Et in Spiritum Sanctum; sanctam Ecclesiam catholicam; remissionem peccatorum; hujus carnis resurrectionem.

SYMBOLUM S. AUGUSTINI.

Ex Lib. de Fide et Symbolo excerpt.

Credimus in Deum, Patrem omnipotentem: Credimus etiam in Jesum Christum, Filium Dei unicum, Dominum nostrum ; qui natus est per Spiritum Sanctum ex Virgine Maria; sub Pontio Pilato crucifixus est, et sepultus; credimus etiam illum tertio die resurrexisse a mortuis; credimus in cœlum adscendisse; credimus etiam, quod sedet ad dexteram Patris; credimus etiam inde venturum convenientissimo tempore, et judicaturum vivos et mortuos: Adjungitur confessioni nostræ, ad perficiendam fidem quæ nobis de Deo est, Spiritus-Sanctus, non minore natura, quam Pater et Filius, sed, ut ita dicam, consubstantialis et coæternus: Credimus et sanctam Ecclesiam, utique catholicam; et remissionem peccatorum; et carnis resurre. ctionem.*

SYMBOLUM MAXIMI TAURINENSIS.
Ex edit. Theoph. Raynaud. excerpt.

Credis in Deum, Patrem omnipotentem: Et in Jesum Christum, Filium ejus unicum, Dominum nostrum; qui natus est de

4

προσκυνούμενον. Ibid. cluded in St. Augustin's Works; but as they are of doubtful credit, and often inexplicitly set forth, they have been omitted.

2 ¿v deži. Phot. Epist. i. §. 4. 3 τὸ καί. Ibid.
*Other Symbola might be extract-
ed from the four Sermons, De Sym-
bolo ad Catechumenos, and some of the
Sermons de Tempore, generally in-

« ZurückWeiter »