CYMBELINE, ACT IV. SCENE 2. BELARIUS, GUIDERIUS. Enter ARVIRAGUS bearing IMOGEN, as dead. Bel. Look, here he comes, Arv. Gui. Bel. Arv. Gui. Arv. And brings the dire occasion in his arms The bird is dead O sweetest, fairest lily! O melancholy! Thou diedst, a most rare boy, of melancholy.- Stark, as you see; cheek Reposing on a cushion. Where ? O' the floor: His arms thus leagued: I thought he slept and put IDEM GRÆCE REDDITUM. Β. ΗΝΙΔ ̓ ὅδε στείχει, φορέει δέ τε χερσὶ τὸ δεινὸν ὦ θ ̓ ἕνεκεν τόδ' ἔρεξε, τὸ μεμφόμεθ'. A. Γ. οἴχεται ἄμμι τώρνεον, ᾧ τοσσῆνον ἐτερπόμεθ'· αἴθε γὰρ αὐτὸς ἐξ ἑκκαιδεκέτους πρὶν ἐς ἑξήκοντα ^ περάσας τῷ χλοερῶ γόνατος βάκτρον τριτόβαμον ἀμείβεν ὤφελον, ἢ τόδ' ἰδεῖν. αἲ αἲ σέθεν, ὦ φίλον ἄνθος, λευκότερόν τε κρίνοιο καὶ ἅδιον· ὡς πολὺ μᾶλλον αὐτὸ φύον καλὸν ἦσθ ̓ ἤ μευ περικεῖσαι ἀδελφῷ. Β. ἃ λύπα βαθυφροντί, τεῶ τίς πώ ποκα βύσσω ἵκετο δὴ στάθμᾳ πειρώμενος, ἢ θίγε πηλῶ ; τίς ποκ' ἐφεῦρ ̓ ὅθι τὶν ῥάϊστ ̓ ἄρα θήσεται ὅρμον ὁ βλαχρὰ σχεδία; μάκαρ ὦ τέκος, οἶδε μὲν ὁ Ζεὺς Α. ποῖον ἐς ἄνδρ ̓ ἀπέβας κεν· ἐγὼν δὲ τόσον μόνον ἔξοχος ὢν παιδῶν στυγερᾷ κατετάκεο λυπᾷ. ἀνειμένον, ὡς καὶ ὁρῆσθα, αὔτως μειδιόωντα· ἔφας δέ κε μυίᾳ ἐν ὕπνοις κνισθῆμεν, μηδ ̓ ὧν θανάτω βέλει, οἷς ἐγέλαξε· τὴν δ ̓ αὖ δεξιτερὰν κλίνθη γένυν ἐς ποτίκρανον. Γ. πῇ γὰρ δῆτα κυρεῖ; Α. κατακείμενος, αὐτῷ ἐπ ̓ οὔδει, ὧδε περιπλέκτοισι βραχίοσιν· αὐτὰρ ἐγών γα * Cf. ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχ ̓ ὁ γάμβρος.—Theoc. 15. 129. |